Αρχική

Byzantine Music and Hymns of Holy Week


Byzantine Music and Hymns of Holy Week | Βυζαντινή μουσική και Ύμνοι της Μεγάλης Εβδομάδας







|||..1.. ||| Επιτάφιος Θρήνος - Εγκώμια Στάση Πρώτη : Η ζωή εν τάφω : Eκτέλεση: Γλυκερία : Η ζωή εν τάφω | κατετέθης, Χριστέ, | και αγγέλων στρατιαί εξεπλήττοντο, | συγκατάβασιν δοξάζουσαι την σήν.|| Η ζωή πως θνήσκεις; | πώς και τάφω οικείς; | του θανάτου το βασίλειον λύεις δε | και του Άδου τους νεκρούς εξανιστάς. || Μεγαλύνομέν σε, | Ιησού Βασιλεύ, | και τιμώμεν την ταφήν και τα πάθη σου, | δι' ων έσωσας ημάς εκ της φθοράς. || Ο ωραίος κάλλει | παρά πάντας βροτούς | ως ανείδεος νεκρός καταφαίνεται, | ο την φύσιν ωραΐσας του παντός. || Προσκυνώ το πάθος, | ανυμνώ την ταφήν | μεγαλύνω σου το κράτος, φιλάνθρωπε, | δι' ων λέλυμαι παθών φθοροποιών. || Μακαρίζομέν σε, | Θεοτόκε Αγνή, | και τιμώμεν την ταφήν την τριήμερον | του Υιού σου και Θεού ημών πιστώς. || Η ζωή εν τάφω,| κατετέθης, Χριστέ,| και αγγέλων στρατιαί εξεπλήττοντο, | συγκατάβασιν δοξάζουσαι την σήν

|||..2..||| Επιτάφιος Θρήνος - Εγκώμια Στάση Δεύτερη : Άξιον Εστί : Ἄξιόν ἐστι, μεγαλύνειν σε τὸν Ζωοδότην, τὸν ἐν τῷ Σταυρῷ τὰς χεῖρας ἐκτείναντα, καὶ συντρίψαντα τὸ κράτος τοῦ ἐχθροῦ. | Θρῆνον ἱερόν, δεῦτε ᾄσωμεν Χριστῷ θανόντι, ὡς αἱ Μυροφόροι γυναῖκες πρίν, ἵν' ἀκούσωμεν τὸ Χαῖρε σὺν αὐταῖς. | Ἄναρχε Θεέ, συναΐδιε Λόγε καὶ Πνεῦμα, σκῆπτρα τῶν Ἀνάκτων κραταίωσον, και εἰρήνην δ'ὡς ἡμίν, ὡς ἀγαθός. | Ἄξιόν ἐστι, μεγαλύνειν σε τὸν Ζωοδότην, τὸν ἐν τῷ Σταυρῷ τὰς χεῖρας ἐκτείναντα, καὶ συντρίψαντα τὸ κράτος τοῦ ἐχθροῦ.


|||..3..||| Αι γενεαί πάσαι, ύμνον τη Ταφή Σου, προσφέρουσι Χριστέ μου. | Καθελών του ξύλου, ο Αριμαθείας, εν τάφω Σε κηδεύει. | Μυροφόροι ήλθον, μύρα σοι, Χριστέ μου, κομίζουσαι προφρόνως. | Ούς έθρεψε το μάννα, εκίνησαν την πτέρναν, κατά του ευεργέτου. | Ω της παραφροσύνης και της χριστοκτονίας της των προφητοκτόνων! | Ως άφρων υπηρέτης προδέδωκεν ο μύστης την άβυσσον σοφίας. | Ω γλυκύ μου έαρ, γλυκύτατόν μου Τέκνον, πού έδυ σου το κάλλος; |Πεπλάνηται ο πλάνος, ο πλανηθείς λυτρούται σοφία ση, Θεέ μου. | Φρίττουσιν οι νόες την ξένην και φρικτήν σου ταφήν του πάντων κτίστου. | Έρραναν τον τάφον οι μυροφόροι μύρα λίαν πρωί ελθούσαι. | Ειρήνην Εκκλησία, λαώ σου σωτηρίαν δώρησαι ση εγέρσει. | Αι γενεαί νυν πάσαι, ύμνον τη ταφή σου προσφέρουσι, Χριστέ μου.